Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.104 Joseph. AJ 18.108 (English) >>Joseph. AJ 18.113

18.107δίαιταν μὲν γὰρ τὸ πᾶν ἐν γῇ τῇ ὑποτελεῖ ἐποιεῖτο, πρόοδοι δʼ ἦσαν αὐτῷ σὺν ὀλίγοις τῶν ἐπιλέκτων, καὶ τοῦ θρόνου εἰς ὃν ἔκρινεν καθεζόμενος ἐν ταῖς ὁδοῖς ἑπομένου, ὁπότε τις ὑπαντιάσας ἐν χρείᾳ γένοιτο αὐτῷ ἐπιβοηθεῖν, οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος ἱδρύσεως τοῦ θρόνου καὶ τύχοι γενομένης καθεζόμενος ἠκροᾶτο καὶ τιμωρίας τε ἐπετίμα τοῖς ἁλοῦσι καὶ ἠφίει τοὺς ἀδίκως ἐν ἐγκλήμασι γενομένους. 18.108τελευτᾷ δʼ ἐν Ἰουλιάδι καὶ αὐτοῦ κομισθέντος ἐπὶ τὸ μνημεῖον, ἔτι πρότερον ᾠκοδόμησεν αὐτός, ταφαὶ γίνονται πολυτελεῖς. τὴν δʼ ἀρχήν, οὐ γὰρ κατελίπετο παῖδας, Τιβέριος παραλαβὼν προσθήκην ἐπαρχίας ποιεῖται τῆς Σύρων, τοὺς μέντοι φόρους ἐκέλευσε συλλεγομένους ἐν τῇ τετραρχίᾳ τῇ ἐκείνου γενομένῃ κατατίθεσθαι. 18.109

Ἐν τούτῳ δὲ στασιάζουσιν Ἀρέτας τε Πετραῖος βασιλεὺς καὶ Ἡρώδης διὰ τοιαύτην αἰτίαν· Ἡρώδης τετράρχης γαμεῖ τὴν Ἀρέτα θυγατέρα καὶ συνῆν χρόνον ἤδη πολύν. στελλόμενος δὲ ἐπὶ Ῥώμης κατάγεται ἐν Ἡρώδου ἀδελφοῦ ὄντος οὐχ ὁμομητρίου· ἐκ γὰρ τῆς Σίμωνος τοῦ ἀρχιερέως θυγατρὸς Ἡρώδης ἐγεγόνει. 18.110ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τούτου γυναικός, θυγάτηρ δὲ ἦν Ἀριστοβούλου καὶ οὗτος ἀδελφὸς αὐτῶν, Ἀγρίππου δὲ ἀδελφὴ τοῦ μεγάλου, τολμᾷ λόγων ἅπτεσθαι περὶ γάμου. καὶ δεξαμένης συνθῆκαι γίνονται μετοικίσασθαι παρʼ αὐτόν, ὁπότε ἀπὸ Ῥώμης παραγένοιτο. ἦν δὲ ἐν ταῖς συνθήκαις ὥστε καὶ τοῦ Ἀρέτα τὴν θυγατέρα ἐκβαλεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.104 Joseph. AJ 18.108 (English) >>Joseph. AJ 18.113

Powered by PhiloLogic